Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.210 Joseph. BJ 4.218 (English) >>Joseph. BJ 4.224

4.215οἱ δὲ περὶ τὸν Ἄνανον πιστεύσαντες τοῖς ὅρκοις ἤδη χωρὶς ὑπονοίας εἰς τὰς συμβουλίας αὐτὸν παρελάμβανον, καὶ δὴ καὶ πρεσβευτὴν εἰσπέμπουσι πρὸς τοὺς ζηλωτὰς περὶ διαλύσεων· ἦν γὰρ αὐτοῖς σπουδὴ τὸ παρʼ αὐτοῖς μὴ μιᾶναι τὸ ἱερὸν μηδέ τινα τῶν ὁμοφύλων ἐν αὐτῷ πεσεῖν. 4.216

δʼ ὥσπερ τοῖς ζηλωταῖς ὑπὲρ εὐνοίας ὀμόσας καὶ οὐ κατʼ αὐτῶν, παρελθὼν εἴσω καὶ καταστὰς εἰς μέσους πολλάκις μὲν ἔφη κινδυνεῦσαι διʼ αὐτούς, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἀπορρήτων, ὅσα κατʼ αὐτῶν οἱ περὶ τὸν Ἄνανον ἐβουλεύσαντο· 4.217νῦν δὲ τὸν μέγιστον ἀναρριπτεῖν κίνδυνον σὺν πᾶσιν αὐτοῖς, εἰ μή τις προσγένοιτο βοήθεια δαιμόνιος. 4.218οὐ γὰρ ἔτι μέλλειν Ἄνανον, ἀλλὰ πείσαντα μὲν τὸν δῆμον πεπομφέναι πρέσβεις πρὸς Οὐεσπασιανόν, ἵνʼ ἐλθὼν κατὰ τάχος παραλάβῃ τὴν πόλιν, ἁγνείαν δὲ παρηγγελκέναι κατʼ αὐτῶν εἰς τὴν ἑξῆς ἡμέραν, ἵνʼ κατὰ θρησκείαν εἰσελθόντες καὶ βιασάμενοι συμμίξωσιν αὐτοῖς. 4.219οὐχ ὁρᾶν δὲ μέχρι τίνος τὴν φρουρὰν οἴσουσιν παρατάξονται πρὸς τοσούτους. προσετίθει δʼ ὡς αὐτὸς εἰσπεμφθείη κατὰ θεοῦ πρόνοιαν ὡς πρεσβευτὴς περὶ διαλύσεων· τὸν γὰρ Ἄνανον ταύτας αὐτοῖς προτείνειν, ὅπως ἀνυποπτοτέροις ἐπέλθῃ. 4.220δεῖν οὖν τῷ λόγῳ τοῦ ζῆν τοὺς φρουροῦντας ἱκετεύειν πορίζεσθαί τινα παρὰ τῶν ἔξωθεν ἐπικουρίαν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.210 Joseph. BJ 4.218 (English) >>Joseph. BJ 4.224

Powered by PhiloLogic